Add parallel Print Page Options

Περὶ δὲ ὧν [a]ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν [b]ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα [c]σχολάσητε [d]τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ [e]ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. θέλω [f]δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον [g]ἔχει χάρισμα ἐκ θεοῦ, [h]ὁ μὲν οὕτως, [i]ὁ δὲ οὕτως.

Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν [j]αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν [k]γαμῆσαι ἢ πυροῦσθαι.

10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι—

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:1 ἐγράψατε WH NIV ] + μοι Treg RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:3 ὀφειλὴν WH Treg NIV ] ὀφειλομένην εὔνοιαν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 σχολάσητε WH Treg NIV ] σχολάζητε RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 τῇ WH Treg NIV ] + νηστείᾳ καὶ τῇ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 ἦτε WH Treg NIV ] συνέρχησθε RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 δὲ WH Treg NIV ] γὰρ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 ἔχει χάρισμα WH Treg NIV ] χάρισμα ἔχει RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 *ὁ WH Treg NIV ] ὃς RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 *ὁ WH Treg NIV ] ὃς RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:8 αὐτοῖς WH Treg NIV ] + ἐστιν RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:9 γαμῆσαι Treg NIV RP ] γαμεῖν WH